Ancient Greek
BGU 16 2617
Documentary Papyri, Bgu 16 2617
Not analysed yet
Τρυφᾶς Ἀθηνοδώρωι τῶι υἱῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς εὐτυχεῖν ὡς εὔχομαι· ἐκομισάμην οὕς ἀπέστειλες καὶ ἠσφαλισάμην αὐτοὺς διʼ ἐμαυτῆς τεσσαράκοντα κορμοὺς καὶ ἕνα καὶ δεκάτρια κεράμια· ἀσπάζου τὰς κυρίας μου θυγατέρας Τρυφᾶν καὶ Ἄρτεμιν· παρὰ πάντα ἐπιμέλου σεαυτοῦ ἵνα ὑγιαίνῃς ὅ ἐστί μοι εὐκτότατον παρὰ πᾶσι τοῖς θεοῖς. ἔρρωσο ἔτους κγ Καίσαρος Ἐπεὶφ ιζ ἀπόδος παρὰ Τρυφᾶ τῶι Ἀθηνοδώρωι …