Ancient Greek
BGU 16 2619
Documentary Papyri, Bgu 16 2619
Not analysed yet
Ἐρασίστρατος Ἀθηνοδώρωι …εὖ πράσσειν …Ἄμμωνος τοῦ παρὰ …ενου ὥς σε ἀναγκαῖον ἔγνων ἀσπάσασθαί σε καὶ ὑπομνῆσαι περὶ τοῦ ῥαφανίνου· νῦν γάρ μοι χρὴ ἀπράκτεως ημ…τακονα συντιθέντι τὸ δι᾽ αὐτοῦ φάρμακον ὅθεν εἰ μή σοι φορτικὸν πέμψεις μοι ἄδολον ἵνα ᾖ χρήσιμον· τὰ ἄλλα δ᾽ ἐπιμέλου ὑγιείας σου ἵνα σε καὶ εὐτυχοῦντα ἔχωμεν …Ἀθηνοδώρωι τῶι διοικητῆι.