Ancient Greek
BGU 16 2622
Documentary Papyri, Bgu 16 2622
Not analysed yet
Μνασέας Ἀθηνοδώρωρι τῶι ἀδελφῶι καὶ διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ἐρρωμένωι ἄριστα ἐπανάγειν ὡς εὔχομαι· ἐξενίσθην μεγάλως ἐπὶ τῶι Ἑρμᾶν παραγενόμενον μηδὲν ἐνηνοχέναι ὧν ἔγραψεν ἐσχηκέναι παρά σου· ἔγραψέν μοι γὰρ ὅτι ανομ…οσ…ων… ἔσχηκεν ἀργυρίου δραχμὰς τετρακοσίας ὀγδοήκοντα καὶ ἀντὶ τῶν γεγονυιῶν …ων δραχμὰς διακοσίας γίνονται δραχμαὶ χπ· λοιπὸν οὖν διοικητά, τῆς Θερμουθᾶτος φροντίσας ταχύτερον αὐτῇ πέμψον ἵνα μὴ ἐν Δημητρίοις ἀνίερος γένηται· καὶ σὺ γὰρ γνοίης ὄτι οὐδέ πω οὐκέτι ἰσχύω· μὴ οὖν διὰ τοὺς περισπασμοὺς ἀμελήσῃς ἀλλʼ ὡς πάντοτʼ ἐποίεις καὶ νῦν αὐτῆς φρόντισον ἐκ καιροῦ ἵνα διπλῆ ἡ χάρις γένηται· ἡμεῖς μὲν γάρ ἐσμεν ἀμνήμονες· Ἑρμᾶς οὐ μὴ ἀμελήσῃ ἀλλὰ σχεθῇ σε …νῦν δὲ ἠμᾶς εἰς ἐλπίδας διὰ τῆς ἐπιστολῆς ἐμβαλών μεμυκτήρικεν· καὶ τὰ ἐρίδια· εὖ καλῶς ποιήσας β ταχύτερον πέμψον ἵνʼ ἔχῃ εἰς τὸν χειμῶνα· ἀλλὰ ἐὰν οὐ μή ἐρίδια ἔχῃς, καὶ ἃ πόκια ἔχῃς παρακληθεὶς πέμψον· παρὰ πάντα δὲ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς ἃ δὴ πρῶτον ἡμῖν τῶν ἐις εὐχήν ἐστιν· ἔρρωσο ἔτους… παρὰ Μνασέου Ἀθηνοδώρωι