Ancient Greek
BGU 16 2623
Documentary Papyri, Bgu 16 2623
Not analysed yet
Φαῖδρος Ἀθηνοδώρωι τῶι ἀδελφῶι χαίρειν καὶ ἐρρωμένωι ἄριστʼ ἐπανάγειν ὡς βούλομαι Λεύκιος ἀνὴρ ἀγαθὸς ἀναπλέων εἰς τὸν Ἡρακλεοπολίτην ἐπὶ εἴσπραξιν ἰδίων κερματίων ἄνωθέν μοι ὢν φίλος ἠρώτησεν συστῆσαι αὐτὸν εἴ τισιν ἔχοιμι ἐκεῖσε φίλοις· οὐχ ὁρῶν οὖν ἐν τῶι παρόντι ἄλλον ἀνώτερόν σου ὡρμήθην γράψας παρακαλέσαι σε εἰ ἄρα ἔτι ἔστιν τίς σοι μνήμη ἡμῶν -εἰκὸς δʼ ἔστιν -συνεπισχῦσαι τῷ ἀνδρὶ καὶ φροντίσαι ἐν οἷς ἐάν σου χρήσηι ἐν τῶι τῆς ἐπιδημίας χρόνωι· πείθομαι γὰρ αὐτόν τέ σοι εὐαρεστήσειν ἐμὲ οὐχ ἧττον αἰσθησόμενον τὸ ἔκ σου σπουδαῖον· τὰ δʼ ἄλλα …σεαυτοῦ καὶ τοῦ ὑγιαίνειν ἐπιμέλου ἔρρωσο· ἔτους κ Καίσαρος Παχὼν β̅ Ἀθηνοδώρωι