Ancient Greek
BGU 16 2629
Documentary Papyri, Bgu 16 2629
Not analysed yet
Εὐρύλοχος Ἀθηνοδώρωι τῶι φιλτάτωι χαίρειν καὶ ἐρρωμένωι διευτυχεῖν· ἀνοικονομήτως ἀναστραφέντες μέχρι τοῦ νῦν ἐνεπόδισαν τὴν περὶ τῶν μαχαιρῶν ἐπιστολὴν καίπερ ἐπιτεταχότος τοῦ ἡγεμόνος γράψαι πολλαῖς ὁδοῖς χρησάμενοι, πλὴν ἐν τύπωι γέγονε· λοιπόν ἐστι χαραχθῆναι· Ὧρος ὁ προστάτης τῶν προβάτων τῆι ιβ ὤφθη μοι ἀχθεὶς ὑπὸ Τηλ…φωνᾶτος πρός με φάσκων συκοφαντίαν εἶναι τὴν τῶν ἀρνῶν τοῦ κβ ἔτους Καίσαρος ἐξ αὐτοῦ …ρ…φέναι μήτε περι… τὸ ἀργυρικόν· ἀλλʼ εἰ καὶ θέλει με πρᾶξαι εἰς αὐτὸν πρ… ἐὰν δὲ μὴ ἔλαβόν τι καὶ τοὺς ποκισμοὺς απακτ… τῶν καὶ πάντων δὲ ἐξ αὐτοῦ πόκου κολλαμοι μηδενὸς ἄλλου τοῦτο ποιοῦντος κτηνοτρόφου. ὑπʼ ἐμοῦ οὖν ἐξελεγχθεὶς ὡς ἀδικεῖ μόγις ὡμολόγει γραμματέως ἄγνοιαν εἶναι, τὸ πρότερον φάσκων μηδʼ αὐτοῦ εἶναι τὸν λόγον, πλήν, ὡς ἔδει παρρησιάζεσθαι, ἐποίησα. εἰς αὔριον δὲ ἔχομεν πρὸς Σωτήριχον ἐλθεῖν ἐπεὶ ἐπιβάλλεταί τις ἐπʼ αὐτόν· ὡς ἂν δὲ γενώμεθα ἐκεῖ, ἀναπέμψω σοι αὐτὸν κτηνοτρόφους ληψόμενον ὀμνύοντας δικαίως κρινεῖν π…ασαρη. εἰ παχυμερῶς ἐπιθολῶσαι θέλων ὦ διάσεισμα διδούς· ἐγὼ δὲ εἰ μὴ κριθείη εἰδὼς τὴν δικαίαν διάθεσιν οὐκ ὑπέχομαι· εἰ μὴ ἐπὶ τῶν τόπων πρὸς τὸν ὑπό σου προχειρισθέντα παρακριθήσεται. τὴν ἐπιστολὴν ἣν ἐγὼ παρακεκόμικα οὐκ ἐῶμαι δοῦναι ἕως ἡ περὶ τῶν μαχαιρῶν π… τὰς ἔξωθεν πεμφθείσας σοι ἐπιστολὰς ε… φι… διὰ τῆς π… Σελεύκου τοῦ Πτολλᾶτος …κου υἱοῦ διὰ τοῦ ποιητοῦ καὶ ἐμὴν καὶ τῶι στρατηγῶι ἃς Λαομέδων δέδωκε· ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνῃς· ἔρρωσο· ἔτους κϛ Καίσαρος Παῦνι ιβ Ἀθηνοδώρωι τῶι φιλτάτωι.