Ancient Greek
BGU 16 2630
Documentary Papyri, Bgu 16 2630
Not analysed yet
Εὐρύλοχος Ἀθηνοδώρωι τῶι φιλτάτωι χαίρειν καὶ ἐρρωμένωι διευτυχεῖν. τῆι ιγ Κόνων παρεκόμισε ἃς ἔγραψας διδόναι τῶι δούλωι δραχμὰς ὀκτακοσίας ἕνα. εὑρέθῃ τοῦ δ…ονος παραδοκιμάζονταί μοι επα… χαλκοῦ …ω προσθεὶς τῆι ἐχομένηι τῶι Ἀνικήτωι ἀπέδωκα Παρθενίου παρόντος πλήρεις τὰς ὀκτακοσίας. λαλεῖται τὸν ἀνάπλουν ἕως ἕτερος …ε…τταται οἱ πο…φορ… γράψον Διωγᾶτι τῶι ἀδελφῶι ἵνα ἐν γαν…χαις …επλοισυ πυροῦ ρν ἐπεὶ ἐπέσταλκας αὐτοῦ πυροῦ Αυν, ἵνα σχῇς τὰς ἐν Βουσίρει πυροῦ ἀρτάβας …ι, πᾶσά ἐστιν κ …μὴ γράψῃς καὶ μὴ …ἀποστείλῃς εἰς τὸν Τρωίτην σὺν ταῖς ἐσφραγισμέναις ὑπὸ τῶν ἐμπόρων πλὴν α. ἔστιν γὰρ ἐν Τανχάι μὴ δυνόμενα ἐμβληθῆναι ἐπὶ τοῦ νῦν. τὰ δʼ ἄλλα σεαυτοῦ ἐπιμέλου ἳνʼ ὑγιαίνῃς, ὃ δὴ μέγιστον ἡγοῦμαι. ἔρρωσο. ἔτους κα Καίσαρος Χοιὰ…κ κε μὴ κατάσχης οὖν τὸ ἐπίσταλμα τῶν πιττακίων Ἀρσινοειτ .