Ancient Greek
BGU 16 2631
Documentary Papyri, Bgu 16 2631
Not analysed yet
Πάππος Ἀθηνοδώρωι τῶι θειοτάτῳ διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς διευτυχεῖν ἄριστʼ ἐπανάγειν. ἐπεὶ παρεποδίσθην εἰς Μέμφιν γενέσθαι χάριν ἱματίων διὰ τὴν παράστασιν Γάλλου πέπομφα Ἀσκλάπωνα ὅπως …ἀνέβη· ἐὰν οὖν σοι φαίνηται εὐθέως ἀνάγκασον ἐξορμῆσαι ἵνα καὶ αὐτὸς μὴ παραποδισθῶ· ἐκδέχομαι παρʼ αὐτὸν ἕξ· Ἀσκλάπων δέ μοι συμβούλευσε ευκλ… συνήγορον παραστῆσαι· ἄτερ οὖν τῆς σου γνώμης οὐκ ἐβουλήθην δαπανᾶσθαι· διὸ ἐάν σοι φαίνηται, σήμανον. πέπομφα δέ σοι τὴν καταγραφὴν τοῦ ἐν ἁλὶ χωρίου καὶ τὸν τοῦ βασιλικοῦ γραμματέως σχοινισμόν· ἐπιχρονίζω ἐκτὸς τῶν χρόνων. ἐάν σοι φαίνηται διʼ ἡμερῶν …λ…τος πέμψον ὀψαρίδια. τὰ δʼ ἄλλα ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνῃς, ὃ δὴ μέγιστον ἡγοῦμαι. ἔρρωσο ἔτους κα Καίσαρος Φαμενὼθ ϛ …Ἀθηνοδώρωι τῶι διοικητῆι