Ancient Greek
BGU 16 2653
Documentary Papyri, Bgu 16 2653
Not analysed yet
Ἀθηνόδωρος Σωτηρίχωι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν· ἐπὶ τῇ Ἀπολλωνίου τοῦ προστάτου φάσει νεναύλωμαι πλοῖα εἴ σοι συμφέρει τετρακοσίας ἀρτάβας …ἑτοίμας οὔσας· ἐὰν λάβῃς τὴν ἐπιστολὴν εὐθέως μοι διασάφησον· τὰ γὰρ πλοῖα τῇ γ προσδέχου· καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο ἔτους κα Καίσαρος Ἐπεὶφ β