Ancient Greek
BGU 16 2654
Documentary Papyri, Bgu 16 2654
Not analysed yet
Φιλώτας Σωτηρίχωι τῶι διοικητῇ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· Πτῶυς ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν ἔστιν μου ἡμέτερος καὶ Ἀσκληπιάδου ἀντιγραφέως γεωργός· εὖ οὖν ποιήσεις ἐκπράξας τοὺς ὀφείλοντας αὐτῶι εἰς ἐκφόρια ὧν καταβέβρωκαν αἶγες αὐτοῦ χλωρὸν ἴδιον· καὶ γὰρ καὶ αὐτός σοι μετρεῖ τʼ ἐκφόρια Ἀσκληπιάδου ἀντιγραφέως· μὴ οὖν ἄλλως ποιήσεις· καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο· ἔτους κδ Καίσαρος Ἐπεὶφ κ διοικης Σωτηρίχωι