Ancient Greek
BGU 16 2660
Documentary Papyri, Bgu 16 2660
Not analysed yet
Ἡρακλᾶς τῶι θειοτάτωι πατρὶ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ἐρρῶσθαι. καὶ ἄλλα σοι ἔγραψα περὶ τοῦ χωματίου ὅπως ἐκ παντὸς τρόπου ποιήσῃς τὸν χοῦν ἀναβληθῆναι, μὴ τύχηι ἡμᾶς καὶ α…δε…θε ἀπολέσαι· διὸ καλῶς ποιήσεις, ἢ ὅταν λάβῃς τὴν ἐπιστολήν, εμ… εὖ ποιήσῃς …ἐὰν δὲ χρείαν ἔχῃς χαλκῶν ἀλλάσσεις ἐξ οἴκου· ἐὰν δὲ μὴ ὁ Ὧρος εὕρῃ ἀνθρώπους, Ἑρμᾶτι εἶπον καὶ παραστήσει σοι· νόμισον δὲ ὅτι ἐὰν μὴ ἐργασθέν τὸ χῶμα τοῦτο κινδυνεύσει τὸ ἔδαφος ἀβροχῆσαι σὺν τῷ καὶ τὸ περυσινὸν χῶμα ἀπολέσαι· διὸ ἐρωτηθεὶς μὴ ληρήσῃς· πρὸ δὲ πάντων ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο ἔτους λ Καίσαρος Μεσορὴ κα. τῶι πατρί