Ancient Greek
BGU 16 2661
Documentary Papyri, Bgu 16 2661
Not analysed yet
περὶ τοῦ μέλιτος καὶ οὐκ ἔλαβον καὶ ἐπέσεισα αὐτούς, Σωτήριχον καὶ Ἰσχυρᾶν. ἐμοῦ δʼ ἐθέλοντος καταντῆσαι πρός σε πρὸς τὸ ἐπισκέψασθαί σε μετέλαβον παρὰ τῶν περὶ Φιλέρωτα ὅτι… ὡς ἔσχηκα. ὑγίαινε. Σωσιβίου γίγνωσκε το πλοῖον τῇ κε ὤφειλε παραγενέσθαι· καὶ ἠνδραγαθήσαμεν μέχρι οὗ ἐκβάλεται τὰ ὑπογεγραμμένα· οἴνου κεράμια ιε, ὄξου β, τρυγίας β, ἐλαίου μετρηταὶ η, ξενικοῦ ἐσφραγισμένη α. φασήλου καὶ ἐρέγματος κοιεκ… ι ὧν κεῖται εἰς τὸν ὅρμον κοι δ …ας Ἀρσινοιτικ δ …ϛ γ χοῖροι γ, κ…αρ…ινα ξϛ· τόν δὲ τόμιον οὐκ ἔλαβον· ἐστέγασται εἰς τὴν σκηνὴν τοῦ πλοίου ἰτέινα ξύλα δ· γράφεις δέ μοι παραλαβεῖν ε ὥστʼ ἔλαβον καὶ ἐλάινα πεπρασμένα δ, ἄλλα ἐλάινα, ἀντὶ ὧν μοι γράφεις ἕνδεκα ,δέκα · παρέλαβον ὄξου κεράμια ιβ, τὰ κείμενα ἐν τῷ ὅρμῳ δίχηλα β ὁμοίως ἐν τῷ ὅρμῳ καὶ τοῦ κορμοῦ· τὸ δὲ πιττάκιον τοῦ μέλιτος συνεσφραγισμένον· πολλὰ γὰρ παρήδρευσα· καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς ὃ δὴ μέγιστον ἡγοῦμαι· ἔτους ιη Καίσαρος Ἐπεὶφ παρὰ Σωσιβίου