Ancient Greek
BGU 18 2731
Documentary Papyri, Bgu 18.1 2731
Not analysed yet
Πετειμούθηι βασιλικῷ γραμματεῖ παρὰ Ἡρακλείας τῆς Διονυσίου τῶν ἐξ Ἡρακλέους πόλεως· ἐν τῶι λα ἔτει διαγεγραφηκυῖα ἐπὶ τὴν ἐν τῆι αὐτῆι πόλει βασιλικὴν τράπεζαν ὑπὲρ τῶν ἀναγραφεισῶν οἰκιῶν Ἀπολλωνίου τοῦ Νικάνδρου τοῦ πραγματευομένου μετὰ μετόχων τὴν ζυτηράν, ὧν τά τε μέτρα καὶ αἱ γειτνίαι ὑπόκεινται, χαλκοῦ τάλαντα κα εἰς τό ἐκδοθῆναί μοι τὴν καθήκουσαν διαγραφὴν ὑπὲρ …τοῦ χαλκοῦ ἀναφερομένου διὰ τῶν ……ῶν· προαιρουμένη δὲ προσδιαγράψασα αὐτοῖς ἄλλας χαλκοῦ δραχμὰς Γ ἐκδοθῆναί μοι τὴν διαγραφὴν ἀξιῶ ἐὰν φαίνηται συντάξαι τοῖς πρὸς τούτοις οὖσι ἐκδοῦναί μοι τὴν διαγραφὴν ἵνʼ ὦ ἀντειλημμένη· εὐτύχει ἐν Ἡρακλέους πόλει ἐντὸς τοῦ Ἁκώριος περιβόλου οἰκίαν πηχῶν λ σὺν τῆι ἀπὸ νότου αὐλῇ ἐπὶ πηχῶν …καὶ προνήσιον ἀπὸ βορρᾶ, ὧν γείτονες νότου τόποι …,βορρᾶ καὶ λιβὸς ῥύμη, ἀπηλιώτου Ν… πρὸς τῆι πλατείᾳ ὁδῷ τῆς ἱερᾶς πύλης μέρος …οἰκίας κατεσπασμένης πηχῶν η ἐπὶ πηχῶν …ἀπὸ βορρᾶ, ὧν γείτονες νότου Σωτηρίχου τοῦ …ου, βορρᾶ ῥύμη, λιβὸς ισο…, ἀπηλιώτου Π…ρρατος οἰκία· τάλαντα χαλκοῦ κα