Ancient Greek
BGU 18 2732
Documentary Papyri, Bgu 18.1 2732
Not analysed yet
Πετειμούθηι βασιλικῶι γραμματεῖ παρὰ Σποκέους τοῦ Ἡρακλείτου τῶν κατοίκων · ἐπιδέδωκα Θήριδι τῷ συγγενεῖ καὶ στρατηγῶι τὸ ὑποκείμενον ὑπόμνημα ……ι· ἐὰν μὴ α… ἀξιῶ συντάξαι ἐπιστεῖλαί μοι τὸν κατάλογον …ω… μενων προέσθαι μοι πυροῦ ἀρταβῶν μζ 𐅵ὅπως ἵνα μὴ ἡ γῆ ἀσπορήσῃ ἀκολούθως τοῖς ὑπὸ …τοῦ συγγενοῦς καὶ ὑπομνηματογράφου συγκεκριμένοις· Θήριδι συγγενεῖ καὶ στρατηγῶι παρὰ Σποκέους τοῦ Ἡρακλείτου τῶν κατοίκων ἱππέων ἐπεσταλμένου ὑπὸ …τοῦ …καὶ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως· ἀξιῶ προέσθαι μοι εἰς δάνεια τοῦ εἰς τὸ …ἔτος σπόρου τοῦ ἐμοῦ κλήρου καὶ τοῦ πατρὸς Ἡρακλείτου καὶ Θεο… ἀδελφοῦ πυροῦ ἀρτάβας μζ 𐅵ἀκολούθως τοῖς ὑπὸ …τοῦ συγγενοῦς καὶ ὑπομνηματογράφου συγκεκριμένοις εἰς ἃς ἔχομεν κοινὰς ἀρούρας σκ …προενηνεγμένου μὴ …ἀξιῶ συντάξαι προέσθαι μοι τὸν κατάλογον …ἐφʼ ὧι καὶ τὰς καθηκούσας τῆς γῆς ἀρούρας κατασπεροῦμεν ἵνα μὴ συμβαίνῃ τὴν δηλουμένην γῆν εἰς ἄσπορον ἐκτραπῆναι·