Ancient Greek
362.pag2.13 to 362.pag4rp.23
Documentary Papyri, Bgu 2 362.pag2.13-362.pag4rp.23
Not analysed yet
βοηθῷ γραμματεῖ ὁμοίως δραχμαὶ μ ἐπιτηρητῇ ὑπὲρ καταπομπῆς μηνιαίου δραχμαὶ ιβ ἔστι τοῦ ἀναλώματος …λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα Μεχεὶρ δραχμαὶ …Αὐρήλιος Μ …ὁ καὶ Παήσιος ἀρχιερατεύσας βουλευτὴς ἐπιμελητὴς …ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βριταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ……αι δημοσίων λόγων διʼ ἐμοῦ αὐρηλίου Σερήνου τοῦ καὶ Ἰσιδώρου κοσμητεύσαντος βουλευτοῦ, αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς εἰς ἐπιμέλειαν τῶν προσηκόντων τῷ παρʼ ἡμῖν θεῷ Διὶ Καπιτωλίωι. ἀκολούθως τῷ ἐπισταλέντι μοι ἐπιστάλματι, οὗ τὸ ἀντίγραφον ὑπέταξα, τῶν τε λημμάτων καὶ ἀναλωμάτων τῶν ἀπὸ Μεχεὶρ ἑκάστης ἡμέρας ἀντελαβόμην ἕως Ἐπεὶφ τοῦ διεληλυθότος κγ ἔτους, μηνῶν ϛ τῆς ἐμῆς ἐπιμελείας. ἔστι δὲ· τῶν μὲν ἀπαιτηθέντων ὑπʼ ἐμοῦ ἀπὸ τόκων ὀφειλομένων τῷ θεῷ τῷ Μεχεὶρ μηνὶ παρὰ …ας τῆς καὶ Ματρώνας, διὰ Π… …μεως ἐπισήμου δραχμαὶ …παρὰ Ὀλυμπιάδος Ἑλληνίδος, διὰ τοῦ υἱοῦ αὐτῆς δραχμαὶ …παρὰ …ου καὶ Πάπου ἀφηλικ διὰ τοῦ πατρὸς …νος ἐπισήμου δραχμαὶ ……Αὐρήλιοι Κρόνιος ὁ καὶ Σέρηνος καὶ ……ὁ καὶ Ἀγαθὸς Δαίμων ἐπισήμου δραχμαὶ …καὶ αἱ καταβληθεῖσαί μοι ὑπὸ Αὐρηλίου Μ… …τοῦ καὶ Παησίου ἀρχιερατεύσαντος βουλευτοῦ, τοῦ πρὸ ἐμοῦ γενομένου ἐπιμελητοῦ, ἀφʼ ὧν ἐλοιπογράφησεν αὑτόν, ἐπισήμου δραχμαὶ …γίνονται ἐπὶ τὸ αὐτὸ λημμάτων δραχμαὶ σνγ. ἐξ ὧν ἀναλώθησαν· γ. ἱερᾶς οὔσης ὑπὲρ δεκετηρίδος καὶ κρατήσεως τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ ἀγαλμάτων καὶ ἀσπιδείων καὶ ἀνδριάντων πάντων δραχμαὶ …ἐλαίου εἰς λυχναψίαν δραχμαὶ δ ι εἰς διαγραφὴν δημοσίων τελεσμάτων ββ ἔτους κώμης Πτολεμαΐδος Δρυμοῦ ἐπισήμου δραχμαὶ μ ιθ ἱερᾶς οὔσης ὑπὲρ κρατήσεως θεοῦ Σεουήρου πατρὸς τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων δραχμαὶ ιϛ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ δ βε ἱερᾶς οὔσης ὑπὲρ σωτηριῶν καὶ αἰωνίου διαμονῆς τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων ὁμοίως δραχμαὶ …ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ …λ Νεμεσιανῷ ναοφύλακι ὀψώνιον ὑπὲρ Μεχεὶρ δραχμαὶ κη Θεωνείνῳ ὁμοίως ὑπὲρ τοῦ Μεχεὶρ δραχμαὶ ιθ Ξάνθῳ προαιρέτῃ βιβλιοθήκης ὁμοίως δραχμαὶ λ Βοηθῷ γραμματεῖ δραχμαὶ μ ἐπιτηρητῇ ὑπὲρ καταπομπῆς μηνιαίουδραχμαὶιβ γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ ἀναλώματος δραχμαὶ βκθ λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα Φαμενὼθ δραχμαὶ βδ ἔστι δὲ τοῦ ἐπιστάλματος τὸ ἀντίγραφον τόδε·