Ancient Greek
362.pag5rp.1 to 362.pag7rp.13
Documentary Papyri, Bgu 2 362.pag5rp.1-362.pag7rp.13
Not analysed yet
ἀγαθῇ τύχῃ. θεοὶ σωτήριοι. πόλεως τῆς Πτολεμαιέων τῶν Ἀρσινοϊτῶν ἄρχοντες βουλὴ Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Ἰσιδώρῳ κοσμητεύσαντι βουλευτῇ τῷ φιλτάτῳ χαίρειν. εἰς ἐπιμέλειαν τῶν προσηκόντων τῷ παρʼ ἡμῖν θεῷ Διὶ Καπιτωλίῳ εἱλάμεθά σε. ἵνʼ οὖν εἰδῇς, φίλτατε, καὶ μετὰ πάσης πίστεως καὶ ἐπιμελείας ἔχῃ τῶν ἐνκεχειρισμένων, πρὸ ὀφθαλμῶν θέμενος τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Ἰταλικοῦ, τοῦ κρατίστου ἐπιτρόπου τῶν οὐσιακῶν διαδεχομένου τὴν ἀρχιερωσύνην, ἐπιστέλλομέν σοι. ἐρρῶσθαί σε εὐχόμεθα …διὰ Αὐρηλίου Ἡρακλείδου τοῦ καὶ Ἀγαθοῦ Δαίμονος ἀρχιερατεύσαντος, ἐνάρχου πρυτάνεως …ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βριταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι. …Φαμενὼθ ὁμοίως. τῶν μὲν ἀπαιτηθέντων ὑπʼ ἐμοῦ· παρὰ Σαραπίωνος υἱοῦ Εὐπόρου κεκοσμητευκότος μισθωτοῦ… …πηλίου λεγομένου περὶ κώμην ……καὶ Πυρρείαν καὶ Τρικωμίαν ……ἐπισήμου δραχμαὶ ……ι ὑπὸ Αὐρηλίου Σερήνου ……διων …ὁμοίως παρὰ τοῦ αὐτοῦ ἀπὸ τιμῆς σιδήρου ἀπολυθέντος …φ…ι ἀπὸ τοῦ κατασκευασθέντος χαμουλκοῦ εἰς ὑπηρεσίαν τοῦ ἀνασταθέντος θείου κολοσσιαίου ἀνδριάντος τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, ὁλκῆς μνῶν νβ, ὡς τῆς μνᾶς δραχμαὶ ε αἱ συναγόμεναι δραχμαὶ σξ γίνονται ἐπὶ τὸ αὐτὸ λημμάτων δραχμαὶ Αχε καὶ ἐγλόγου τοῦ μηνὸς ἐλοιπογραφήθησαν δραχμαὶ βδ γίνονται ἐπὶ τὸ αὐτὸ σὺν καὶ τῇ ἐγλόγῳ δραχμαὶ ρξβθ ἐξ ὧν ἀναλώθησαν· …εἰς διαγραφὴν τελεσμάτων κβ ἔτους τῶν ὑπογεγραμμένων κωμῶν· Ἀλεξάνδρου Νήσου ἐπισήμου δραχμαὶ …Πτολεμαΐδος Δρυμοῦ ὁμοίως δραχμαὶ …ε Τρικωμίας ὁμοίως δραχμαὶ …ϛ εἰς διαγραφὴν στεφανικῶν κβ ἔτους κώμης Κερκεσήφεως δραχμαὶ …εἰς διαγραφὴν τελεσμάτων κώμης Πυρρείας δραχμαὶ …στεφανικῶν τῆς αὐτῆς δραχμαὶ …εἰς διαγραφὴν τελεσμάτων βαλανείου κώμης Φιλαγρίδος δραχμαὶ ……εἰς διαγραφὴν στεφανικῶν κβ ἔτους Πυρρείας ἄλλαι δραχμαὶ ……εἰς ἐπιμέλειαν τοῦ πατρῴου ἡμῶν θεοῦ …ω…ος Σούχου Μεγάλου Μεγάλου, στέψεως τῶν ἐν τῷ ἱερῷ ἀσπιδείων καὶ ἀνδριάντων καὶ ἀγαλμάτων πάντων δραχμαὶ …ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ …ναῦλον ὄνου ἑνὸς ὑπὸ δένδρα καὶ βαὶς δραχμαὶ δ ιη. ἱερᾶς οὔσης καὶ θεωρίας ὑπὲρ ἀναστάσεως ἀνδριάντος τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων ὡς πρόκειται δραχμαὶ ιϛ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ δ κ. ἐπιδημήσαντος τοῦ λαμπροτάτου ἡγεμόνος Σεπτιμίου Ἡρακλείτου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων ὡς πρόκιται δραχμαὶ κδ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ ϛ στροβίλων καὶ ἀρωμάτων καὶ ἄλλων δραχμαὶ ιβ ναῦλα ὄνων β ὑπὸ δένδρα καὶ βαὶς δραχμαὶ η