Ancient Greek
362.pag7rp.14 to 362.pag9.9
Documentary Papyri, Bgu 2 362.pag7rp.14-362.pag9.9
Not analysed yet
ἀλείψεως τῶν ἐν τῷ ἱερῷ ἀνδριάντων πάντων ἐλαίου δραχμαὶ κ μισθὸς χαλκουργῷ ἀλείψαντι τοὺς ἀνδριάντας δραχμαὶ δ ἐργάταις κωμάσασι τὸ ξόανον τοῦ θεοῦ πρὸς ἀπάντησιν τοῦ ἡγεμόνος δραχμαὶ λβ στεφάνων τῷ αὐτῷ ξοάνῳ δραχμαὶ δ ῥήτορι εἰπόντι ἐπὶ τοῦ λαμπροτάτου ἡγεμόνος Σεπτιμίου Ἡρακλείτου ἕνεκα τῆς ἐπιμερισθείσης τοῖς ὑπάρχουσι τοῦ θεοῦ Νείκης καὶ ἄλλων δραχμαὶ ξ …ἐπιδημήσαντος τοῦ κρατίστου ἐπιτρόπου τῶν οὐσιακῶν Αὐρηλίου Ἰταλικοῦ διαδεχομένου τὴν ἀρχιερωσύνην, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων δραχμαὶ …ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ …καὶ ἀναλώθησαν εἰς ἐπισιτικὸν …τος πεσόντος …ς πρὸς τῷ ἱερῷ τοῦ θεοῦ μ… οἰκοδόμοις γ κατασπῶσι καὶ ἀνοικοδομοῦσι ὡς τοῦ α ἐξ ὀβολῶν ιη δραχμαὶ ζ τετρώβολον ὁμοίως παιδίοις ϛ ὑπουργοῦσι τοῖς αὐτοῖς οἰκοδόμοις ὡς τοῦ α ὀβολοὶ ι δραχμαὶ η ὀβολοὶ β μισθὸς πηλοποιῷ δραχμαὶ β τιμῆς πλίνθου ὠμῆς σὺν παραγωγῇ μετὰ τὰς ἐκβεβηκυίας ἐκ τοῦ κατασπασμοῦ δραχμαὶ ιβ λ. ὀψώνιον Νεμεσιανῷ ναοφύλακι ὑπὲρ Φαμενὼθ δραχμαὶ κη Θεωνείνῳ ὁμοίως δραχμαὶ ιθ Ξάνθῳ προαιρέτῃ βιβλιοθήκης ὁμοίως δραχμαὶ λ Βοηθῷ γραμματεῖ ὁμοίως δραχμαὶ μ ἐπιτηρητῇ ὑπὲρ καταπομπῆς μηνιαίου δραχμαὶ ιβ γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ ἀναλώματος δραχμαὶ ψλβ χαλκοῖ β λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα Φαρμοῦθι δραχμαὶ ηθϛ ὀβολὸς Φαρμοῦθι ὁμοίως. τῶν μὲν ἀπαιτηθέντων ὑπʼ ἐμοῦ ἀπὸ μὲν τόκων· Λουκίου Αὐρηλίου Ἀφροδεισίου τοῦ καὶ Σύρου ἀγορανομήσαντος διὰ τῶν θυγατέρων Αὐρηλίας Ἡραΐδος τῆς καὶ Κοπρίας καὶ Λουκίας τῆς καὶ Σύρας, κοινῶς ἐξ ἴσου ἐπισήμου δραχμαὶ …Ὥρου Ἀπολλωνίου διὰ Χαρμίωνος ……θάσιος καὶ Μύσθης Ἁρποκρατίωνος …μ …ν ὀφειλ ……ε…σ…ι…υ ἐπισήμου δραχμαὶ …Τιβερίου Κλαυδίου Νικάνορος διὰ Θείωνος μισθωτοῦ ἀποφορᾶς βαλανείου κώμης Φιλαγρίδος, ὑπὲρ μὲν κβ ἔτους δραχμαὶ ρ, καὶ ὑπὲρ τοῦ ἐνεστῶτος κγ ἔτους πρώτης ἑξαμήνου, ἐπισήμου δραχμαὶ ξ γίνονται δραχμαὶ ρξ Πτολλοῦς θυγάτηρ Διδύμου Κόρακος κεκοσμητευκότος διὰ Διοδώρου ἐνοικίου οἰκίας ἐπʼ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς ἐπισήμου δραχμαὶ ι καὶ ἀπὸ χρεολυτήσεως δανείων·