Ancient Greek
BGU 2 384
Documentary Papyri, Bgu 2 384
Not analysed yet
Ἐπαγαθὼς Κλεοπατρᾶτι τῇ ἀδελφῇ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίωι Σαράπιδι. δήλωσόν μοι περὶ ὧν ἔπεμψά σοι. ἤθελον καὶ πέμψαι σοί τι ἄλλο, καὶ οὐδεὶς λαμβάνει ὅπως σοι κομισθῇ. ἀσπάζομαι Σωκράτην καὶ Μαρκέλλαν καὶ τοὺς σοὺς πάντας κατʼ ὄνομα ἀπόδος Κλεοπατρᾶτι ἀπὸ Ἐπαγαθῶτος