Ancient Greek
BGU 2 385
Documentary Papyri, Bgu 2 385
Not analysed yet
Σερηνίλλα Σωκράτῃ τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. γινώσκειν σε θέλω ὅτι μόνη εἰμὶ ἐγώ. ἐν νόῳ ἔχῃς ὅτι ἡ θυγάτηρ μου εἰς Ἀλεξάνδρειαν ἐστὶ, ἵνα καὶ ἐγὼ εἰδῶ ὅτι πατέρα ἔχω ἵνα μὴ ἴδωσιν με ὡς μὴ ἔχουσαν γονεῖς. καὶ ὁ ἐνεγκών σοι τὴν ἐπιστολήν, δὸς αὐτῷ ἄλλην περὶ τῆς ὑγιείας σου. καὶ ἀσπάζομαι τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ Σεμπρῶνιν καὶ τοὺς παρʼ αὐτοῦ. ἀπόδος Σωκράτῃ Σκιφᾶ ἀπὸ Σερηνίλλας θυγατρὸς διὰ Σαραπάμμωνος ἀδελφοῦ αὐτῆς.