Ancient Greek
BGU 2 393
Documentary Papyri, Bgu 2 393
Not analysed yet
……μητροπόλεως. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τέσσαρα ἀπὸ Ἁθὺρ νεομηνίας τοῦ ἐνεστῶτος η ἔτους καμηλῶνα σὺν τοῖς οῦσι τόποις ἐν κώμῃ Διονυσιάδι ἐν τῇ ἀπὸ νότου λαύρᾳ, ὑπὸ μίσθωσιν πρότερον Ἰσαροῦτος ἐνοικίου τοῦ παντὸς κατʼ ἔτος σὺν παντὶ λόγῳ ἀργυρίου δραχμῶν εἴκοσι τεσσάρων ,ἃς καὶ ἀποδώσω ἐν προθεσμίαις ἰσομερέσι δυσί ,ἄλλο δὲ οὐδὲ ἁπλῶς τελέσω τῷ καθόλου χωρὶς τῶν προκειμένων καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν καμηλῶνα καὶ τοὺς τόπους ἄνευ ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θυρίσι …τῆς τῶν κτηνῶν κόπρου οὔσης ἐμοῦ τοῦ Ἡρακλείδου …ητ ἐπιχωρῶ ἐπὶ τοῖς προκειμένοις ἔτους ὀγδόου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Ἁθὺρ …