Ancient Greek
BGU 2 394
Documentary Papyri, Bgu 2 394
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι θ ἐν Νείλου πόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Πανεφρέμμις Ὥρου ὡς ἐτῶν οζ οὐλὴ πήχει ἀριστερῷ Στοτοήτι Πακύσεως ὡς ἐτῶν μη οὐλὴ ὑπογονίῳ ἐξ ἀριστερῶν ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα ὀκτώ, ἃς ὤφειλεν αὐτῷ καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ γραφείου τῷ κα ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Φαμενὼθ κϛ, οὗ τὸ ἀντίγραφον ἐπήνεγκε ὁ Πανεφρέμμις …καὶ ἀναδέδωκεν αὐτῷ τὸ ἀντίγραφον εἰς ἀθέτησιν καὶ ἀκύρωσιν, καὶ μηδὲν τὸν ὁμολογοῦντα ἐγκαλεῖν περὶ ὧν ἀπέχει, καθότι πρόκειται, μηδὲ περὶ ἄλλου τινὸς ἁπλῶς πράγματος ἐνγράφου μηδὲ ἀγράφου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ. ὑπογραφεὺς Εἰρηναῖς Ἁρφαήσεως ὡς ἐτῶν ν… οὐλὴ ῥινὶ μέσῃ. Πανεφρέμμις Ὥρου ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Στοτοήτιος τὰς προκειμένας ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα ὀκτὼ …αμ… …καὶ π…