Ancient Greek
BGU 2 410
Documentary Papyri, Bgu 2 410dupl
Not analysed yet
Ἱέρακι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἁτρῆτος Σαταβοῦτος τοῦ Πανεφρέμμεως μητρὸς Σεγάθιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους Θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν, ἐν ᾗ καταγείνομαι ἐν οἰκίᾳ μητρικῇ ἐν τῇ κώμῃ· εἰμὶ δὲ ὁ προγεγραμμένος Ἁτρὴς ἐτῶν κε ἄσημος καὶ τὴν γυναῖκά μου Ἰσάριον ἀπάτορα μητρὸς Τανεφρέμμεως τῆς Πανομιέως ἐτῶν ιγ ἄσημον· ὑπάρχει δὲ αὐτῇ ἐν τῇ κώμῃ οἰκίαι δύο καὶ τέταρτον μέρος μαμμικόν· καὶ Ταπετσῖρις Στοτοήτιος τοῦ Πανεφρέμμεως μητρὸς Ταπετσίρεως ἐτῶν ιβ ἄσημος· ὑπάρχει δὲ τῇ Ταπετσίρι οἰκίαι δύο καὶ αὐλὴ καὶ τέταρτον μέρος παππικὸν καὶ τέταρτον μέρος μαμμικὸν διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ δ.