Ancient Greek
BGU 2 411
Documentary Papyri, Bgu 2 411
Not analysed yet
Αὐρήλιος Ποτάμμων Νίλου γεουχῶν ἐν κώμῃ Φιλαδελφίᾳ Αὐρηλίῳ Ἁτρῇ ἀλλοφύλου γεωργῷ χαίρειν —ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον, ὧν ἐγεώργησας μου περὶ κώμην Φιλαδελφίας ἀρουρῶν πέντε ὑπὲρ γενήματος ιθ ἔτους καὶ ζ καὶ ε καὶ γ πυροῦ ἀρτάβας δεκαδύο ἥμισυ γίνονται ἀρτάβαι ιβ 𐅵καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ περὶ τοῦ ἐκφορίου. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Παῦνι β. Αὐρήλιος Ποτάμμων Νίλου ἔσχον τὸ ἐκφόριον πλήρης. Αὐρήλιος Ἀλύπιος ἀπὸ Φιλαδελφίας ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος.