Ancient Greek
BGU 2 412
Documentary Papyri, Bgu 2 412
Not analysed yet
Τιμόθεος Ἥρωνι βοηθῷ χαίρειν. ἐπειδὴ προσῆλθέν μοι Λαυνοῦς χήρα οὖσα μετὰ καὶ τοῦ υἱοῦ ἑαυτῆς, διεβεβαιώσατο δὲ ὡς τρίτας αὐτὴν ἀπαιτεῖσθαι τῆς ποσότητος, ἧσπερ χρεωστεῖ εἰς τὸν λόγον τὸν ἡμέτερον μόνον τὸ γεινόμενον κεφάλαιον αὐτῶν ἀπαίτησον καὶ μηδὲν λάβῃς παρʼ αὐτῶν ὑπέρπλεον. ἐρρῶσθαί σε εὔχομαι.