Ancient Greek
BGU 2 422
Documentary Papyri, Bgu 2 422
Not analysed yet
Δίων στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος …βασιλικῷ γραμματεῖ Ἀρσινοίτου τῆς αὐτῆς μερίδος τῷ φιλτάτῳ χαίρειν. τοῦ δοθέντος βιβλίου ὑπὸ Ζωίδος τῆς Πετεσούχου τοῦ …μετὰ κυρίου τοῦ συνγενοῦς Τεῶτος τοῦ Ἀπεὶ βουλομένης ὠνήσασθαι ἐκ τοῦ δημοσίου ἀπὸ κατοικικοῦ ὑπολόγου περὶ κώμην Καρανίδα εἰς σιτοφόρον ἀρούρας …τὸ ἀντίγραφόν σοι, φίλτατε, ἐπέστειλα ……ας ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …Δίωνι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ζωίδος τῆς Πετεσούχου τοῦ …ἀπὸ κώμης Καρανίδος μετὰ κυρίου τοῦ συνγενοῦς Τεῶτος τοῦ Ἀπεῖτος βουλομένης ὠνήσασθαι ἐκ τοῦ δημοσίου ἀπὸ κατοικικοῦ ὑπολόγου εἰς σιτοφόρον περὶ κώμην Καρανίδα ἀρούρας …πρώτης σφραγῖδος ἀρούρης ἡμίσους νότου …τῆς δευτέρας σφραγῖδος τῶν λοιπῶνγἀνέμων …βορρᾶ δημοσία ὁδός, ἀπηλιώτου …ἅσπερ κυρωθεῖσα διαγράψω ἑκάστης ἀρούρης δραχμὰς εἰκοσιοκτὼ κα…ς των πο… ἕξω δὲ εἰς τὴν τούτων κατεργασίαν καὶ ἀνάκτησιν ἀτέλειαν ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους Ἀντωνίνου τοῦ κυρίου μεθʼ ἃ τελέσω τῆς ἐν σπόρωι φανησομένης ἑκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν καὶ τὸ ναύβιον, πρὸς ἕτερον δὲ οὐδὲ ἁπλῶς οὐδὲν πραχθήσομαι …μενεῖ δὲ καὶ ἐμοὶ καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταπαραλημψομένοις ἡ τούτων κράτησις κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν φαίνηται ἐπιστεῖλαι οῖς καθήκει ἕκαστα ἐπιτελεῖν ὃν τρόπον ἁρμόζει. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …