Ancient Greek
BGU 2 424
Documentary Papyri, Bgu 2 424
Not analysed yet
……ιμισ…ν…ρ… ἄρουραν καὶ τὰ τοῦ ἀδελφοῦ τοῦ πατρός σου πάλιν ὡσαύτως· ἀλλὰ πάντοτε τὰ τῶν γονέων γλυκύτερά ἐστιν, εἰ μὴ ἐν ἰδίᾳ ἐμοῦ ἄξια καὶ καλά· ἐπὰν ἐπυθόμην τοῦ γραμματέως περὶ τούτων, ἐὰν πάλιν δαπανήσῃς μεγάλην δαπάνην, δύνασαι αὐτὰ καθαιρεθῆναι ἐν τούτῳ τῷ καιρῷ, πάντα ποιοῦσι καὶ μέμφομαι Ζωιδοῦν, ὅτι ἐξῆλθε καὶ οὐ σεσήμανκέ με, ἵνα δῶ αὐτῇ ἐπιστόλιον· οὐ γὰρ ἐσχόλαζον ἀπελθεῖν πρὸς αὐτὴν καὶ μέμφομαί σε πολλά, ὅτι …οὐκ ἀντέγραψάς μοι ἐξ ὀνόματος …επι…χης δηλώσεις μοι καὶ ……Ἀπολιναρίωι ἀπὸ Διδύμου.