Ancient Greek
BGU 2 450
Documentary Papyri, Bgu 2 450
Not analysed yet
Ὀρσενοῦπις Νείλωι τῶι ἀδελφῶι χαίρειν. οἵᾳ ἡμέρᾳ, ἐὰν κομίσῃ τὴν ἐπιστολήν, ὕπαγε ὅπου ἐὰν ᾖ Θᾶυς, ἵνα πέμψῃς αὐτὸν πρὸς ἐμὲ εἰς Θερενοῦθιν ἐπεὶ χρείαν αὐτοῦ ἔχω …ὅτε γὰρ ἦν ὧδε εμ… οὔπω εἰς τὸν κ…ν …ν, ἄρτι δὲ λίαν χρεία αὐτοῦ ἐστιν. ἀνάγνωθι οὖν Θάυτι τὴν ἐπιστολὴν, ἵνα εἰδῇ, ὅτι ἐγὼ αὐτοῦ χρείαν ἔχω καὶ προτρέψῃ αὐτὸν ταχέως παραγενέσθαι. περὶ τῶν λίνων, ὧν χρείαν ἔλεγες ἔχειν, δήλωσόν μοι, ἵνα, ἐὰν ἔλθῃς, εὕρῃς αὐτά. δηλώσεις δὲ πάλιν εἰ Θᾶυς μέλλει ἔρχεσθαι πρὸς ἐμέ, ἵνα ἢ ἐπίσχω αὐτῷ ἢ ἄλλον σκέψωμαι. ὡς νομίζω, οἶδεν ἡ γυνή σου ποῦ ἐστιν Θᾶυς, ἵνα εὕρῃς αὐτόν. ἔρρωσθε πανοικεί.