Ancient Greek
BGU 2 451
Documentary Papyri, Bgu 2 451
Not analysed yet
Ἥρων καὶ Ὡρίων Χαιρήμονι τῷ ἀδελφῷ χαίρειν. γενόμενοι εἰς Ἀλεξάνδρειαν τὸ προσκύνημά σου καὶ τῶν παιδίων σου καὶ τῆς ἀδελφῆς σου ἐποιήσαμεν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ Νείλου τοῦ φίλου. εὑρόντες οὖν τὸν ἀναπλέοντα τῇ δ ἀναγκαίως ἔσχαμεν διʼ ἐπιστολῆς σε ἀσπάσασθαι καὶ εἰδέναι σε, ὅτι θεῶν ἐπιτρεπόντων τάχιόν σε ἕως τῆς η ἀσπασόμεθά σοι, ἐὰν δέ τινός σοι χρεία ἦ, ὡς καὶ κατʼ ὄψιν σοι εἶπον, Χαιρέᾳ τῷ συγγραμματεῖ μνήσθητι, Νεῖλος δὲ συνεχῶς πρὸς Δημήτριον τὸν βοηθόν μου πορευέσθω, ἵνα μηδὲν ἄνευ τῆς σῆς γνώμης ὁ Δημήτριος …ς παρα…ται Χαιρήμονι …ἀπὸ Ἥρωνος …