Ancient Greek
BGU 2 519
Documentary Papyri, Bgu 2 519
Not analysed yet
Αὐρήλιος Λονγίνας Ἀλυπίου μητρὸς Ζωῆτος ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Σαραπαμμῶνι Παησίου ἀπὸ τῆς αὐτῆς κώμης Φιλαδελφίας τοῦ αὐτοῦ νομοῦ χαίρειν. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν κώμην Φιλαδελφίαν καὶ μέρος Τάνεως σιτικὰς ἀρούρας εἴκοσι δύο ἀρούρας κβ. ἐστὶ δὲ τὸ κατὰ τόπον· ἐν τόπῳ Πιαβαλὺ λεγομένῳ ἰδιωτικῆς ἀρούρας δώδεκα ἀρούρας ιβ καὶ ἐν τόπῳ Σὰ λεγομένῳ ἰδιωτικῆς ἀρούρας πέντε ἀρούρας ε καὶ ἐν τόπῳ Ψαεὶ λεγομένῳ ἰδιωτικῆς ἀρούρας δύο ἀρούρας β καὶ ἐν τόπῳ Ζεψεὶ λεγομένῳ ἰδιωτικῆς ἀρούραν μίαν ἀρούραν α καὶ ἐν τόπῳ Θεμὴ λεγομένῳ ἰδιωτικῆς ἀρούρας δύο ἀρούρας β ἐπὶ χρόνον ἐνιαυτῶν πέντε ἀπὸ τῆς εὐτυχούσης εἰσιούσης πέμπτης ἰνδικτίωνος, τῶν δημοσίων καὶ ἀννωνῶν καὶ παντοίων ἐπιβολῶν καὶ τῆς ἐργασίας τῶν χωμάτων πρὸς σὲ τὸν γεοῦχον ἐπὶ παρόντος Ἀϊὼν Γεροντίου καὶ α…ος καὶ μετὰ τὸν χρόνον παραδώσω σοι τὰς ἀρούρας ἀπὸ καλάμης καὶ οὐκ ἔξεστί μοι προλειπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας …μίσθωσις Λονγίνας Ἀλυπίου ἀπὸ Φιλαδελφίας ἀρουρῶν κβ.