Ancient Greek
BGU 2 520
Documentary Papyri, Bgu 2 520
Not analysed yet
Θέων Θέωνος Θεανοῦτι Πετεσούχου ἀπὸ κώμης Καρανίδος χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐν παραθήκῃ ἀργυρίου δραχμὰς τριακο …καὶ ἀποδώσω σοι ἐν μηνὶ Πᾶνι ἀνυπερθέτως. τὸ χειρόγραφον τοῦτο κύριον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον χ… …αν καθαρόν. Θέων ἔγραψα τὰ ὅλα. ἔτους ιβ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου τῦβι ζ.