Ancient Greek
BGU 2 542
Documentary Papyri, Bgu 2 542
Not analysed yet
……Ἀνουβίων ὑπὸ τῆς Οὐαλερίας Σαβείνης ……γραφείου Ἀθηνᾶς τῆς Θεμίστου μερίδος ……μενον τῶν ἀρουρῶν π… νότῳ διῶρυξ …καὶ Ἡραίδος σιτικὰ ἐδάφη, ἀπηλιώτου Ἡρωδιαίνης σιτικὰ ἐδάφη …ους τετάρτου, νότῳ διῶρυξ, με…Πετρωνιανοῦ ἐλαιών, βορρᾶ …καὶ ἑτέρων ἐλαιὼν καὶ τῶν οὐσῶν ἀρουρῶν δύο ,ἐν αἷς ἐστιν πυργομάγδωλ …βορρᾶ τῆς προδεδηλωμένης Ἰσιαίνης ἐλαιών, λιβὶ Ἀπολιναρίου καὶ ἑτέρων ἐλαιών, …βασιλικὴ γῆ, καὶ ἀπεσχηκέναι τὴν Οὐαλερίαν Σαβεῖναν τὴν καὶ Πτολλαροῦν παρὰ τοῦ Ἀνουβίωνος …με… ου παραχωρητικοῦ ἀργρυίου δραχμὰς χιλίας ὀκτακοσίας ,ἀφʼ ὧν …τα… εἰς τὸν δηλούμενον …ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας καὶ νυνὶ τὰς λοιπὰς δραχμὰς διακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου. κρατεῖν οὖν καὶ κυριεύειν τὸν Ἀνουβίωνα τῶν παρακεχωρημένων αὐτῷ ἀρουρῶν …καὶ τὰ ἐξ αὐτῶν …περιγεινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν τε καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὃ ἐὰν αἱρῆται, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι μήτε αὐτὴν Οὐαλερίαν Σαβεῖναν τὴν καὶ Πτολλαροῦν μήτε ἄλλον ὑπὲρ αὐτῆς μηδένα ἢ πάντα τὸν ἐπελευσόμενον αὐτήν τε καὶ τὸν βεβαιωτὴν …Ἀπολλινάριον ἀφιστάναι παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι, τῆς βεβαιώσεως ἐξακολουθούσης αὐτοῖς διὰ παντός, καὶ παρέξονται τὰς αὐτὰς καὶ προκειμένας ἀρούρας καθαρὰς ἀπὸ τ… καὶ δημοσίων τελεσμάτων πάντων τῶν μέχρι τοῦ διεληλυθότος τετάρτου ἔτους καὶ αὐτοῦ τοῦ ἔτους ἀπό τε ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς ἢ χωρὶς τοῦ μένειν κύρια τὰ προκείμενα ἔτι καὶ ἐκτίσειν τὴν Οὐαλερίαν Σαβῖναν τὴν καὶ Πτολλαροῦν τῷ Ἀνουβίωνι ὅ τε εἴληφεν ὡς πρόκειται παραχωρητικὸν κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης κατὰ μηδὲν ἐλαττουμένου τοῦ Ἀνουβίωνος πρὸς τὴν Οὐαλερίαν Σαβῖναν τὴν καὶ Πτολλαροῦν ἑτέροις δικαίοις. ἀξιοῖ. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεχεὶρ ἕκτῃ καὶ εἰκάδι.