Ancient Greek
BGU 2 543
Documentary Papyri, Bgu 2 543
Not analysed yet
Ἀκουσίλαος Δίωνος τοῖς ἐν τῶι Ἀρσινοίτηι ἐπὶ χρειῶν τεταγμένοις πᾶσι χαίρειν. ὄμνυμι Καίσαρα Αὐτοκράτορα Θεοῦ υἱὸν ἦ μὴν παραχωρήσειν ἐπάναγκον Σωχάρμωι Ἀσκληπιάδου τὸν ὑπάρχοντά μοι κλῆρον ἀρουρῶν δέκα ἢ ὅσων ἐὰν ἦν ἐπὶ τὸ πλεῖον περὶ Βουβάστον τῆς Ἡρακλείδου μερίδος, ὧν γείτονες νότου καὶ βορρᾶ καὶ λιβὸς διώρυγες, ἀπηλιώτου Ἀπολλωνίου τοῦ Ἡρακλείδου ἀμπελών, σὺν τῶι τοῦ ἐνεστῶτος τρίτου ἔτους Καίσαρος ἐκφορίωι τιμ… ἀρτάβαις ἑβδομήκοντα ἐν τη κώμης μέτρωι …τῆς κώμης διὰ τὸ ἀπεσχηκέναι με τὴν τοῦ κλήρου τιμὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας . εὐορκοῦντι ἔστω μοι εὖ, ἐφιορκοῦντι δὲ ἐναντία. παρέξομαι δὲ καὶ τὴν μητέρα μου Ἀπολλωνίαν Ἡρακλέου εὐδοκοῦσαν καὶ μηδὲν λῆμμα λαμβάνουσαν. ἔγραψεν ὑπὲρ αὐτοῦ Ζήνων Ζήνωνος ἀξιωθεὶς διὰ τὸ βραδύτερα αὐτὸν γράφειν. ἔτους τρίτου Καίσαρος Τῦβι ιε. Ἀκουσίλαος παραχωρήσω τὸν κλῆρον. καθὼς πρόκειται ὀμώμοκα ἔτους γ Τῦβι ιζ.