Ancient Greek
BGU 2 544
Documentary Papyri, Bgu 2 544
Not analysed yet
Λικίννιος Ἑρμανῶνι τῶι φιλτάτωι χαίρειν. παρέλαβον παρὰ καμηλιτῶν νομοῦ Ἀρσινοείτου ζευγίδας βιβλίνας ἑξήκοντα ἑπτά, λευκέας δεσμὰς ἐνενήκοντα ταλάντων ἑπτὰ μνῶν πεντήκοντα, κασῶν …ναλειψιων κίστας δύο ταλάντων τριῶν μνῶν δέκα πέντε, λεπίδος σιδηρᾶς κίστας ὀκτὼ ταλάντων ἐννέα μνῶν ὀκτώ, ἥλου χαλκοῦ κίστας τρεῖς ταλάντων πέντε μνῶν τεσσαράκοντα, ἥλου σιδηροῦ κίστας ἕνδεκα ταλάντων εἴκοσι δύο μνῶν ἕνδεκα, κέντρου σιδηροῦ κίστην μίαν ταλάντων δύο, περονῶν χαλκῶν κίστας δύο ταλάντων τεσσάρων μνῶν πεντήκοντα, λίνου κίστην μίαν ταλάντου ἑνὸς μνῶν τριάκοντα, φαρμακηρὰ τρίωτα χαλκᾶ τρία ταλάντων δέκα μνῶν εἴκοσι, ἥλων ξυλίνων κίστην μίαν ταλάντων τριῶν μνῶν τριάκοντα, ῥητίνης ὑγρᾶς καὶ πίσσης ὑγρᾶς καὶ φαρμακηρὰ κωπῶν ζεύγη ἑξήκοντα πέντε, μανούβρια πεντήκοντα δύο, ἀκονῶν καὶ πώρων ἀρίθμια ἐννέα καρχήσια μεγάλα δύο, πόλοι ἐργατῶν ἀπόδεσμοι δύο, μάγγανα ἕξ, ἄσπαστα δύο ἅπαντα ἐν ι…μις ὀγδοήκοντα πέντε τριω καὶ εἰλήφασιν παρʼ ἐμοῦ μετὰ τὰς ἐξοδιασθείσας αὐτοῖς παρά σοι ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας ἐνενήκοντα δύο τὰς λοιπὰς τοῦ φορέτρου ἀργυρίου δραχμὰς ἑπτακοσίας ἐνενήκοντα ἑπτὰ. ἐρρῶσθαί σε εὔχομαι. ἔτους …Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι ιδ.