Ancient Greek
BGU 2 591
Documentary Papyri, Bgu 2 591
Not analysed yet
Σωκράτῃ Γαίου Μαρκίου ἱππέως διπλοκαρίου παρὰ Ἥρωνος τοῦ Πανεγβαύιος καὶ Ψουμσνεῦτος τοῦ Ἑριέως τῶν δύο Περσῶν τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύων εἰς ἔκτισιν. βουλόμεθα μισθώσασθαι τοὺς ἐκπεπτωκότας εἰς τὸ τρίτον ἔτος Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος φοινικίνους καρποὺς τῶν παρεσπαρμένων ἐν τῷ ὑπάρχοντι τῷ Μαρκίω ἐν τῷ ἀπὸ νότου ἀμπελῶνι. ὑφειστάμεθα τελέσειν φόρον τοῦ παντὸς ἀργυρίου δραχμὰς τεσσαράκοντα τεσσάρας καὶ ἐξαιρέτων Συρίου φοίνικος ἀρτάβης μιᾶς καὶ πατητοῦ φοίνικος …