Ancient Greek
BGU 2 592
Documentary Papyri, Bgu 2 592
Not analysed yet
…νδ… μεταδοὺς τῇ συνηγορουμένῃ …λόγον αὐτὸν ἀξιοῦμεν δοῦναι. Διόσκορος ῥήτωρ ἀπεκρίνατο· ὁ Πνεφερῶς τετελεύτηκεν πρὸ δωδεκαετίας καὶ τῶν αὐτοῦ ἀντελάβοντο πάντες οἱ υἱοὶ κατὰ τὰ προσήκοντα μέρη· οὐ γὰρ μόνος ἐστὶν ὁ ἡμέτερος, ἀλλὰ καὶ ἕτεροι, νῦν ἐν στρατείᾳ ὄντες, κατὰ διαθήκην, ἣν ἀπέλιπεν ἐκεῖνος. ἡ γὰρ ἀντίδικος ἐπισταμένη ὡς προοικισθ… καὶ οὐδεμία μετουσία ἐστὶν αὐτῇ τῶν ἐκείνου ἡσυχίαν ἤγαγεν. Δίδυμος πρεσβύτερος ῥήτωρ εἶπεν· παραπλαστός ἐστιν ἡ διαθήκη …ουδε …να κατὰ …ἀποφέρονται …ντος αὐτὴν ἐσφραγισμένην …οὐδέπω λυθείσης πῶς δύνηται …τα… τὰ ἐνγεγραμμένα …α…ν… παρανόμου οὔσης αὐτῆς. Διόσκορος· κατήχθησαν τὰ γεγραμμένα. Πτολεμαῖος Σαραπίωνος τῶν γεγυμνασιαρχηκότων τῆς Ἀρσινοειτῶν πόλεως ὁ κριτὴς σκεψάμενος ὑπηγόρευσεν ἀπόφασιν, ἣ καὶ ἀνεγνώσθη, κατὰ λέξιν οὕτως ἔχουσα· χειρογραφήσει ἀμφότερα τὰ μέρη ἐν ἡμέραις τριάκοντα γενέσθαι ἐπὶ τοῦ στρατηγοῦ, ὅπως λυθῇ ἡ διαθήκη καὶ γνωσθῶσι οἱ κληρονόμοι. ἐὰν δὲ μὴ ἐν ταύταις ἡ λύσις γένηται τὰ γενήματα ἐν μεσεγγυήματι ἔσται. ἐξῆλθεν Ἀπολλώνιος ὁ ἡγεμονικὸς ὑπηρέτης. ὑπογραφή· ἀνέγνων.