Ancient Greek
BGU 2 595
Documentary Papyri, Bgu 2 595
Not analysed yet
Ἀπολλώνιος Χαιρήμονι τῶι γυμνασιάρχωι χαίρειν. Σωχώτης χρησάμενος ἐν τῆι πόλει, θέλων ἀποδοῦναι τὰς ἑκατὸν δραχμὰς, οὐχ εὗρέ σε, τοῦ δὲ σὲ μὴ εὑρεθῆναι ἀποδέδωκε αὐτὰς ἄνωθεν, ἵνα φιλάνθρωπον εἰς δύο τόπους μὴ χορηγῆι. Θεωνείας δὲ ἔγραψέ μοι ἐπιστολὴν ὅτι ἔλεγας ὅτι …α… ἐστιν ἐλαιὼν τὸν χ…ν… οὐ μόνον δὲ αὐτὸς ἔγραψε ἀλλὰ καὶ Ἀμμωνᾶτος καὶ Πασίωνος καταβάντων εἰς τὸ αὐτὸ εἴρηχαν καὶ εἰ μὴ, ὅτι ὁ υἱός μου ἀσθενεῖ δεινῶς τούτου ἕνεκα ἀνηρχόμην. ἐὰν δὲ θέλῃς ἃς ἔχω παρὰ Θαυμαστῆι σὺν ὧι ἦρκας ἡμέρας τὰ β…βαρολι καν…ελωστης δύνηται τα… πλήρωσιν τῶν δραχμῶν ρ καὶ τοῦ φιλανθρώπου ἑτοιμάσαι πέμψω σοι ἐὰν μὴ πάλιν εἰς τὸ σαριν ἔλθω …