Ancient Greek
BGU 2 596
Documentary Papyri, Bgu 2 596
Not analysed yet
Δίδυμος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. καλῶς ποιήσεις συνελθὼν Αἰλουρίωνι τῶι κομίζοντί σοι τὸ ἐπιστόλιον, ὅπως εἰς τὴν ἑορτὴν περιστερίδια ἡμῖν ἀγοράσηι, καὶ ἐρωτηθεὶς κατελθὼν συνευωχηθῇς ἡμῖν. τοῦτο οὖν ποιήσας ἔσῃ μοι μεγάλην χάριτα κατατεθειμένος. ἄσπασαι τοὺς σοὺς πάντας. ἔρρωσο. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παχὼν ιε. εἰς Βακχιάδα ἀπόδος Ἀπολλωνίωι τῶι τιμιωτάτωι