Ancient Greek
BGU 2 602
Documentary Papyri, Bgu 2 602
Not analysed yet
Τασουχάριν Νίλῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. γινώσκειν σε θέλω, ὅτι ἐλήλυθε πρὸς ἐμὲ Σουχᾶς λέγων ὅτι ἀγόρασόν μου τὸ μέρος τοῦ ἐλαιῶνος. ἐδίδει μοι Νῖλος δ μνᾶς. ἐξέτασον περὶ αὐτοῦ καὶ μάθε, εἰ καθαρόν ἐστι, καὶ πέμψον μοι τὴν αὐτὴν τὸ ἀντίγραφον, ἵνα μάθω, τί πράξω. ἀσπάζομαι Σεραπίωνα καὶ τὰ τέκνα αὐτοῦ καὶ Ἥρωνα καὶ τὰ τέκνα αὐτοῦ καὶ Ἀμμωνοῦν καὶ τὰ τέκνα αὐτῆς καὶ τὴν σύνβιόν σου καὶ τὸ τέκνον σου. …ἀπόδος Νίλῳ ἀπὸ Τασουχαρίου ἀδελφῆς Τασάχου.