Ancient Greek
BGU 2 603
Documentary Papyri, Bgu 2 603
Not analysed yet
Οὐαλερίᾳ Γαίου ἀστῇ διὰ Προβινκιαρίου φροντιστοῦ παρὰ Ἀμμωνᾶτος Διοσκόρου καὶ Κοπρῆτος Φάσι καὶ Σαραπίωνος Νεμεσίλλης τῶν γ. βουλόμεθα μισθώσασθαι ἐξ ἀλληλεγγύης τοὺς ἐπικειμένους τοῦ ἐνεστῶτος η ἔτους καὶ ἐκπίπτοντας εἰς τὸ θ ἔτος ἐλαϊκοὺς καὶ φοινικικοὺς καρποὺς τοῦ ὑπάρχοντός σοι περὶ Φιλαδέλφειαν ἐλαιωνοπαραδείσου τὴν ἀπὸ νότου μερίδα Πκεμενθιᾶι καλουμένου, φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν ἑκατὸν ἑξήκοντα ,ἐξαιρέτων ἐλαίας ἐγλεκτῆς μελαίνης ἀρτάβης μιᾶς καὶ φοίνικος μονοξύλου ἀρτάβης μιᾶς μέτρῳ ὀγδόῳ ἀνυπολόγων καὶ ἀκινδύνων καὶ τὸν φόρον ἀποδώσομεν μηνὶ Ἁδριανῷ καὶ παραδώσομεν ἀπὸ συνκομιδῆς καρπῶν. Προβινκιάρις μεμίσθωκα ὡς πρόκιται. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων ἐπαγομενῶν ε. τὸν δὲ προκίμενον φόρον ἐν δραχμαῖς ἑκατὸν ἑξήκοντα καὶ ἐξαιρέτων χωρὶς τῶν προκιμένων ἑτέραν ἀρτάβην ἐλαίας ἐγλεκτῆς μελαίνης μέτρῳ ὀγδόῳ.