Ancient Greek
BGU 2 647
Documentary Papyri, Bgu 2 647
Not analysed yet
…ἀντίγραφον προσφωνήσεως. Πρωτάρχῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Γάιος Μενήκιος Οὐαλεριανὸς ἔχων ἰατρεῖον ἐν κώμῃ Καρανίδι καὶ Φαῆσις Ζηνᾶ καὶ Ἐσοῦρις Κάστορος οἱ δύο πρεσβύτεροι κώμης. παρηνγέλη ἡμῖν ὑπὸ Ἡρακλείδου τοῦ ὑπηρέτου ἐπιδεῖν τὴν ὑπὸ Μυσθαρίωνα Καμείους διάθεσιν ἐπὶ παρόντι καὶ τῷ τούτου ἀδελφῷ Πετεσούχῳ καὶ ἐντυχόντες σοι προσεφωνήσαμεν οὕτως ὀμνύντες τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην ὁ μὲν Γάιος Μενίκιος Οὐαλεριανὸς τῇ πεμπταίᾳ ἡμέρᾳ τοῦ πεπλῆχθαι τὸν Μυσθαρίωνα τετραυματοθεραπευκέναι ὑπὲρ τὸν ἀριστερὸν κρόταφον τῆς κεφαλῆς τραῦμα κατέαγμα ἐπὶ βάθους, ἐν ᾧ εὗρον μικρὰ κατεάγματα λίθου, ὁ δὲ Φαῆσι καὶ Ἐσοῦρις σὺν τῷ Μηνικίῳ ἐπιτεθεωρηκέναι τὸ προκείμενον τραῦμα, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἐγράφη διὰ Ἀφροδισίου νομογράφου Καρανίδος ἐπακολουθοῦντος Ἡρακλείδου ὑπηρέτου. …α…ι…κ…ι Φαῆσις ὡς ἐτῶν π οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. Ἐσοῦρις ὡς ἐτῶν με οὐλὴ καρα… Γάιος Μενήκιος Οὐαλεριανὸς ἔχων τὸ ἰατρεῖον ἐν κώμῃ Καρανίδι διομνύων τὸν προκίμενον ὅρκον τῇ πεμπταίᾳ ἡμέρᾳ τοῦ πεπλῆχθαι τὸν Μυσθαρίωνα τετραυματοθεραπευκέναι ὑπὲρ τὸν ἀριστερὸν κρόταφον τῆς κεφαλῆς τραῦμα κατέαγμα ἐπὶ βάθους, ἐν ᾧ εὗρον μικρὰ κατεάγματα λίθων ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ ἐνάτῃ καὶ εἰκάδι. Ἡρακλείδης Ἡρακλείδου ὑπηρέτης ἐπηκολούθηκα