Ancient Greek
BGU 2 651
Documentary Papyri, Bgu 2 651
Not analysed yet
Οὐαλερίῳ Γερμανῷ ἑκατοντάρχῃ παρὰ Σαβείνου Ζωσίμου ἀπὸ τῆς μητροπόλεως καταγενομένου ἐν κώμῃ Καρανίδι. νυκτὶ τῇ φερούσῃ εἰς τὴν ιβ ἐνεπρήσθη μου ἅλων περὶ κώμην Πτολεμαίδα Νέαν ὑπό τινων, οὓς καὶ ἀγνοῶ. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια εἰς τὸ ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸ μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. Σαβεῖνος ἐπιδέδωκα. ἔτους λβ Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Παχὼν ιδ.