Ancient Greek
BGU 20 2844
Documentary Papyri, Bgu 20 2844
Not analysed yet
κθ Ἀγαθόδωρος Θεοδώρῳ. ὁμολογία. ἔτους τρεισκαιδεκάτου μηνὸς Π… ἐνάτῃ καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὁμολογεῖ Ἀγαθόδωρος Ἀπολλοδώρου Χαριτήσιος ἱππάρχης …Θεοδώρῳ …αντος Μακεδόνι τῶν κατοίκων ἱππέων ὡς δὲ κατὰ τὸ δάνειον συνήλλαξε Πέρσης τῆς ἐπιγονῆς μετὰ Ἡρακλείας τῆς …τούτου γυναικὸς ἀπέχειν παρ’ αὐτῶν ἀργυρίου Πτολεμαικοῦ νομίσματος δραχμὰς …καὶ τοὺς τόκους, τὸ δάνειον, ὃ ἐδάνεισεν ὁ Ἀγαθόδωρος κατὰ συνγραφὴν δανείου τὴν τεθεῖσαν διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ τῶν μνημόνων ἀρχείου τοῦ …ἔτους, μηνὸς Χοιαχ ι. καὶ μηθὲν ἐνκαλεῖν μηδ’ ἐνκαλέσειν μηδ’ ἐπελεύσεσθαι τὸν Ἀγαθόδωρον μηδ’ ἄλλον ὑπὲρ αὐτοῦ τοῖς προγεγραμμένοις μηδὲ τοῖς παρ’ αὐτῶν περὶ τοῦ προκειμένου δανείου μηδὲ περὶ μέρους μηδεμιᾷ παρευρέσει ἐξ ἀλληλενγύης μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐγγράπτου εἴτε καὶ ἀγράφου τῶν ἐκ τῶν ἐπάνω χρόνων ἕως τῆς προκειμένης ἡμέρας. ἐὰν δ’ Ἀγαθόδωρος παρασυγγραφῶν ἐπέλθῃ ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ Θεόδωρον ἢ ἐπὶ τὴν Ἡράκλειαν ἢ ἐπὶ τοὺς παρ’ αὐτῶν ἐνκαλῶν αὐτοῖς, τὰ μὲν διωμολογημένα κύρια ἔστω. ἡ δ’ ἐσομένη ἔφοδος καὶ ἔνκλησις ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἀγαθόδωρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Θεοδώρῳ ἐπίτιμον ἀργυρίου ἐπισήμου Πτολεμαικοῦ νομίσματος δραχμὰς …καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον καὶ ἡ πρᾶξις ἔστω καθάπερ ἐκ δίκης, καθότι ἑκὼν ὁ Ἀγαθόδωρος συνεχώρησεν. Ἀγαθόδωρος έτῶν ξε μέσος …Θεόδωρος ἐτῶν μζ μείζων ἢ μέσος …