Ancient Greek
BGU 20 2845
Documentary Papyri, Bgu 20 2845
Not analysed yet
ἔτους β ο η κπαρα πρ χρ Σωτέλει συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Καλάθου ἱερέως Δήμητρος καὶ Κόρης καὶ τῶν ἄλλων θεῶν τοῦ ἐν κώμηι Φῦς Θεσμοφορίου. ἀνεγκλήτως παρεχόμενος τὰς λειτουργίας καὶ τὰς θυσίας καὶ σπονδὰς ἀναφέρων τοῖς θεοῖς ὑπὲρ σοῦ καὶ τῶν τέκνων, οἷς καὶ εὐχόμενος διατελῶ διδόναι σοι χάριτας μορφὴν πλοῦτον ὄλβον εὐτεκνίαν εὐπραξίαν, ὅπως διευτυχῇς εἰς τὸν ἅπαντα χρόνον, παρὰ τὴν σὴν εὐσέβειαν ἐνοχλούμενος ὑπὸ Ὡρίωνος ὡς πρὸς στατηρισμὸν ἄλλοτε μὴ τετελεκότος μου πειρωμένου ἐπὶ σοῦ τοῦ μεγίστου καινισμὸν κατεν- π…ι…σ…ι ἠνάγκασμαι τὴν ἐπὶ σὲ ποιήσασθαι καταφυγήν. ἀξιῶ, ἐὰν φαί- νηται, παρεπιγράψαι τῶι Ὡρίωνι μὴ παρενοχλεῖν με πρὸς στατηρισμὸν καθάπερ ἐπὶ τῶν ἐν τῆι κώμηι Αἰγυπτίων ἱερέων, ὅπως δύνωμαι τοῖς θεοῖς τὰ νομιζόμενα καὶ τὰς ἐξῆς χρείας ἀμέμπτως ἐπιτελεῖν …