Ancient Greek
BGU 3 707
Documentary Papyri, Bgu 3 707
Not analysed yet
οἱ ϛ ἱερέων ἱεροῦ ὄντες ἐν κώμῃ Καρανίδι Πετεσούχου καὶ Πνεφερῶτος Θέωνι Πεθέως χαίρειν. ἀπέχομεν παρὰ σοῦ τὰς ἐπισταλείσας σοὶ σὺν ἄλλοις παρὰ τῶν δημοσίων τραπεζιτῶν τὸ ἐπιβάλλον ἡμῖν μέρος ὑπὲρ ἀργυρικῆς συντάξεως τοῦ ἐνεστῶτος κ ἔτους …εἰς τὰς γινομένας ἐν τῷ ἱερῷ δαπάνας τὰς κατὰ συνήθειαν ἐπιστελλομένας πλήρη καὶ οὐδέν σοι ἐνκαλ… περὶ τούτου ἀργυρίου σεσημείωμαι