Ancient Greek
BGU 3 708
Documentary Papyri, Bgu 3 708
Not analysed yet
…υνε…ης …ας Σοκμήνι Ἀπύγχεως χαίρειν. ἀπέχομεν παρὰ σοῦ …ην χόρτου φυῆς τοῦ ἐνεστῶτος ε ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ὧν ἐμίσθωσας παρʼ ἡμῶν τῆς …ης κληρουχίας περὶ Ψεναρψενῆσιν τῆς Καμηλιανῆς ουσίας ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι εἰς κοπὴν καὶ ξηρασίαν πυροῦ μέτρῳ ἑξαχοινίκῳ ἀρτάβας εἴκοσι μίαν …ήσατε δὲ ἡμῖν ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους τῶν προκειμένων ἀρουρῶν. Μυσθαρίων Ὥρου καὶ Ἅρπαλος… ἀπέχομεν τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσι μίαν καὶ οὐδέν σοι ἐνκαλοῦμεν περὶ οὐδενὸς καθὼς πρόκειται. Μυσθαρίων ἔγραψα καὶ ὑπὲρ Ἁρπάλου μὴ εἰδότος γράμματα. ἔτους πέμπτου Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἐπὶφ ε.