Ancient Greek
BGU 3 780
Documentary Papyri, Bgu 3 780
Not analysed yet
ἐκ τόμου ἐπικρίσεων Μάρκου Σεμπρωνίου Λιβεράλις γενομένου ἡγεμόνος, οὗ προγραφή· οἱ ὑπογεγραμμένοι οὐετρανοὶ καὶ …καὶ δοῦλοι καὶ ἕτεροι παρεγένοντο πρὸς ἐπίκρισιν Μάρκου Σεμπρωνίου Λιβεράλις ἐπάρχου Αἰγύπτου διὰ Σεουήρου τῷ Μεχεὶρ καὶ Φαμενὼθ καὶ Φαρμοῦθι τοῦ …ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς. ἃ δὲ παρέθεντο δικαιώματα τῷ προγεγραμμένῳ Σεουήρῳ ἐπάρχῳ σπείρης …ἑκάστῳ ὀνόματι παράκειται οἷς …Μάνλιος Σεουῆρος …κελεύσαντος τοῦ λαμπροτάτου ἡγεμόνος Μάρκου Σεμπρωνίου Λιβεραλίου τόμος α, …Σατορνεῖλος βουλόμενος παρεπιδημεῖν πρὸς καιρὸν ἐν νομῷ Ἀρσινοείτῃ ἐπέσειξεν ὁ Σατορνεῖλος δέλτον χαλκῆν ἐκσφράγισμα στήλης χαλκῆς ἀνακειμείνης ἐν Ῥώμῃ, διʼ ἧς ἐδηλοῦτο στρατευσάμενον αὐτὸν καὶ ἐντίμως ἀπολυθέντα …πρὸ ϛ καλανδῶν Αὐγούστων …ουσιος …αν…