Ancient Greek
781.1.1 to 781.3.15
Documentary Papyri, Bgu 3 781.1.1-781.3.15
Not analysed yet
ἄλλη πινακίων βωληταρίων ἀρχαίων δ παροψίδων ἀναγλύπτων δ καὶ ὀξοβάφων ὁμοίως δ σὺν ὠτίοις καὶ πυθμέσι, λιτρῶν θ ὀγκιῶν ε γραμμάτων γ. ἄλλη σύνθεσις πινακίων ἀναγλύπτων στρογγύλων δ σὺν παροψίσι φολιδωταῖς δ καὶ ὀξοβάφοις ὁμοίως δ πρὸς τὰς Αἰβουτίου Ῥούφου, λιτρῶν ιγ ὀγκιῶν γ 𐅵. γίνονται λίτραι ρλθ ὀγκίαι δ γράμματα δ ὑπήλικται δʼ αὐτοῖς περιστρώματα Ὀξυρυγχιτικὰ β καὶ ……λουη κάμπτρᾳ ἐπιγραφὴν ἐχούσηι Γάλλου παρατεθειμένηι Ἀπολλωνίωι Βανᾶ. πινάκια …καὶ παροψίδες ἀνάγλυπται δ σὺν ποδίοις ὀξύβαφα ὀρθηρὰ σὺν ποδίοις καὶ ὠταρίοις η, λιτρῶν κϛ ὀγκιῶν δ γραμμάτων δ ὀξύβαφα ἀρχαῖα σὺν πυθμέσι ὀρθηρὰ λεῖα β λιτρῶν …ὀγκιῶν δ γραμμάτων ϛ. ἄλλα ὀρθηρὰ ἀνάγλυπτα ὠτάρια ἔχοντα σατύρια σὺν πυθμέσι δ, λιτρῶν β ὀγκιῶν ι γραμμάτων ε. ἄλλα ὀρθηρὰ ἀνάγλυπτα ὠτάρια ἔχοντα ἐπικαμπῆ δ, λιτρῶν β ὀγκιῶν ε γραμμάτων β ἄλλα ἀνάγλυπτα ὀρθηρά, ὠτάρια ἔχοντα μικρὰ σὺν πυθμέσι δ, λίτρης α ὀγκιῶν ι γραμμάτων β ἄλλα ἀνάγλυπτα βαθέα ὅμοια ιβ, λιτρῶν δ ὀγκιῶν β γραμμάτων η ἄλλα λουτηρίδια ὠτάρια ἔχοντα ἐπὶ τοῦ χείλους, λίτρης μιᾶς ὀγκιῶν θ 𐅵γράμματος α ἄλλα φολιδωτὰ δ ὀγκιῶν ια γραμμάτων β ἄλλα λεῖα πυθμένια ἔχοντα καὶ ὠτάρια δακτύλια, λίτρης α 𐅵ὀγκίας α 𐅵γραμμάτων ζ ἄλλα πρὸς τὰ Κρονίου ὠτάρια ἔχοντα καὶ πυθμένια λουτηρίδια δ, λιτρῶν β ὀγκιῶν θ 𐅵γραμμάτων θ. ἄλλα πρὸς τὰ Κρονίου ὀρθοπυθμένα λεῖα δ, λίτρας α ὀγκιῶν ι 𐅵γραμμάτων β ἄλλα ὀρθηρὰ μεγάλα ὠτία ἔχοντα καὶ πυθμένια, λίτρας α 𐅵ὀγκίας α γραμμάτων θ ἄλλα ὀξόβαφα ὀπωροφόρα ἀνάγλυπτα σὺν ὠτίοις καὶ βασειδίοις πυθμέσι, λιτρῶν γ, ὀγκιῶν η. γαράρια β, ὀγκιῶν ι 𐅵γραμμάτων θ πινάκια βωλητάρια ιβ σὺν ποδίοις καὶ διαπηγίοις καὶ λεονταρίοις καὶ ποιρηνιδίοις ὧν ἐστιν βωλητάρια μεγάλα δ, λιτρῶν ϛ ὀγκίας α γραμμάτων β ἕτερα ὑποδεέστερα δ, λιτρῶν ε ὀγκίας α γραμμάτων γ ἕτερα μικρὰ λεοντάρια μὴ ἔχοντα δ, λιτρῶν β ὀγκιῶν ια 𐅵γραμμάτων ι.