Ancient Greek
781.3.16 to 781.6.7
Documentary Papyri, Bgu 3 781.3.16-781.6.7
Not analysed yet
πινάκια ὠτάρια ἔχοντα ἀμυγδάλια δ, λίτρας α ὀγκιῶν θ ἄλλα πινάκια νεώτερα ἐξ αὐτῶν ὠτάρια ἔχοντα δ καὶ εἰς τὸ μέσος ῥοδάρια χρυσᾶ, λίτρας α 𐅵ὀγκίας α 𐅵γραμμάτων ι. τὰ δοθέντα ἄλλα μικρὰ λάγκλια χρυσέμπαικτα δ, λιτρῶν δ 𐅵καὶ γα ὀγκίας ἥμισυ ἄλλα ἀρχαῖα ὠτάρια ἔχοντα δ, λιτρῶν γ ὀγκιῶν γ γραμμάτων β ἄλλα, ὠτία μὴ ἔχοντα, κατασκευασθέντα ἐν Ἀρσινοίτηι διὰ Ἀπολλωνίου ἀργυροκόπου, η, λιτρῶν γ 𐅵,ὀγκιῶν β 𐅵γραμμάτων δ. ἄλλα πινάκια η…σκότουλαι λεγόμενα, λιτρῶν δ ὀγκιῶν η 𐅵γραμμάτων ε μήσυλαι τετράγωνοι ἀνάγλυπται ὠτία μὴ ἔχουσαι …,λιτρῶν …ὀγκίας α γραμμάτων θ ἄλλαι ἀνάγλυπται νεώτεραι ὠτία ἔχουσαι δ, λιτρῶν δ ὀγκιῶν δ 𐅵γραμμάτων β ἄλλαι ἀνάγλυπται στρογγύλαι πρὸς τὰς Κρονίου δ, λιτρῶν β ὀγκιῶν ια γραμμάτων ε ἄλλαι κεντηταὶ πρὸς τὰς Κρονίου ὡς τριπόδια δ λιτρῶν β ὀγκιῶν θ 𐅵γραμμάτων δ ἄλλαι ἀνάγλυπται στρογγύλαι μεγάλαι πρὸς τὰς Αἰβουτίου Ῥούφου δ, λιτρῶν δ ὀγκιῶν γ καὶ δε… υ…έρου γρ γραμμάτων ζ ἄλλαι ὠτάρια ἔχουσαι τετράγωνοι δ, λιτρῶν δ ὀγκιῶν η 𐅵γραμμάτων θ ἄλλαι ἀνάγλυπται ὠτία μὴ ἔχουσαι τετράγωνοι δ, λιτρῶν δ ὀγκίας α ὠάρια ἃ καί ἐστιν μήσυλαι ἐπὶ τὸ αὐτὸ κ, ὧν εἰσιν στρογγύλαι δ, λίτρας α 𐅵ὀγκιῶν β 𐅵γραμμάτων …ἄλλαι στρογγύλαι ὠτάρια ἔχουσαι δ, λίτρας α 𐅵ὀγκιῶν ε γραμμάτων β. ἄλλαι τετράγωνοι δ, λίτρας α 𐅵ὀγκιῶν …ἄλλαι παραμήκεις δ, λίτρας α ὀγκιῶν γ 𐅵γράμματος α ἄλλαι κενχρωταὶ δ, λίτρας α 𐅵ὀγκιῶν β γραμμάτων γ πίναξ μέγας ἐν θήκῃ, λιτρῶν δ 𐅵ἡμιογκίου γραμμάτων ϛ λάνκλα μεγάλη ἐν θήκῃ, λιτρῶν θ, ἡμιογκίου γραμμάτων δ. βωμός, λίτρας α ὀγκιῶν θ γραμμάτων …πατέλλον ἁδρόν, λίτρας α γραμμάτων …λίνγλα μεγάλη, ὀγκιῶν δ γραμμάτων …ἄλλη μικροτέρα, ὀγκιῶν β γραμμάτων …γίνονται λίτραι ρμα ὀγκίαι ι 𐅵γράμματα …ὑπήλικται δὲ αὐτοῖς παλλίολον παλαιὸν …ἀπὸ ψιλῆς.