Ancient Greek
BGU 3 815
Documentary Papyri, Bgu 3 815
Not analysed yet
πρὸ μὲν πάντων εὔχομαί σοι ὑγιαίνειν. γινώσκειν σε θέλω τὴν ἐπιστολήν σου ἔλαβα. ἐὰν βλέπῃς, ὅτι ὁ Σωκρατης ὁ προκουράτωρ μου κόπους τινὰς παρέχῃ περὶ τῆς …λης, δηλώσατέ μοι. ἔγραψα αὐτῷ περὶ ὑμῶν, ἵνα ὑμῖν προσέχῃ εἰς πάντα. τί ἐποίησεν; ἄσπασαι τοὺς ἀδελφούς μου Αὐνῆν καὶ Ἡρακλῆν καὶ τὴν μητέρα ἡμῶν καὶ τοὺς ἐν οἴκῳ πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. εἴ τινι χρεία ἐστίν, πέμψω σοι διὰ Τιβεριανοῦ ἔρρωσο …τὸν Ἀρσινοίτην κώμην Καρανίδα Ἀσκλᾶτι ἀ… …ουναι Ἀπολλινάριν στρατηγὸν …αι…ντηνοις …