Ancient Greek
BGU 3 816
Documentary Papyri, Bgu 3 816
Not analysed yet
…εβη ἀρτάβην α καὶ μόρια ……γρ μεταβληθεῖσαι …σαι ἐκβήσονται …τα δὲ κε μορία …συναγ η …Πασίωνι πατρί Δῖος Πασίωνι τῶι πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. γινώσκειν σε θέλω, πάτερ, ὅτι εὐχαριστῶ πολλὰ Ἰσιδώρῳ τῶι ἐπιτρόπῳ, ἐπεὶ συνέστακέ μοι εἰς τὴν ἀποθήκην ταῖς ἐντολαῖς Εὐαγγέλου, καὶ σὺ γὰρ εὐχαρίστησον Ἰσιδώρῳ καὶ ἂν δύνῃ, αὐτὸν ἐξαλλάξαι. ἄξιός ἐστιν πολλῶν, καὶ ἂν διαβῇ τὰ ἐκεῖ πολλὰ ἐντέλλετε τῷ ἐπιστάτῃ μου. εὐχαριστῶ Ἀπᾶτι Εὐαγγέλου πολλά, ὅτι διὰ ἡμερῶν καταβαίνει πρὸς ἐμέ. ἀπόστειλον τὸν Σύρον ταχύτερον, ἐπεὶ κράζει Ἀπᾶς Εὐαγγέλου περὶ τοῦ χαλκοῦ, ἐπεὶ χρείαν ἔχει, καὶ κατάβαινον δοῦς τὸ δίλασσον αὐτῷ καὶ χιτῶνα ἐρεοῦν καὶ λινοῦν καὶ ἐπικάρσιν καὶ κεράμιν θρεισσῶν ταριχηρῶν. μὴ ἀμελήσεις οὖν, πάτερ. καὶ οὐκ ἔδωκέ μοι τὸ δίλασσον Εὐάγγελος καὶ τὴν τιμὴν τῶν φαινολίων οὐκ ἔδωκε. ἀσπάζομαι τοὺς ἐν οἰκίᾳ πάντας. ἔτους ε Τῦβι κη ἐρρῶσθαί σε κύριε εὔχομαι.