Ancient Greek
BGU 3 835
Documentary Papyri, Bgu 3 835
Not analysed yet
Αὐρηλίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίων Λογγείνου τοῦ καὶ Ζωσίμου Λεωνίδου καὶ Ἁρπάλου Σαραπίωνος καὶ Ἥρωνος Κοπρῆτος τῶν γ καὶ τῶν λοιπῶν σιτολόγων κώμης Καρανίδος. μηνιαῖος ἐν κεφαλαίῳ τοῦ Χύακ μηνὸς τοῦ ἐνεστῶτος κε ἔτους ἀπὸ γενήματος τοῦ διεληλυθότος κδ ἔτους εἰσὶν αἱ μετρηθεῖσαι ἡμῖν ἐν θησαυρῷ τῆς προκειμένης κώμης τῷδε τῷ μηνὶ πυροῦ ἀρτάβαι τε 𐅵διαφόρου πυροῦ ἀρτάβης δ γίνοναι σὺν διαφόρῳ πυροῦ ἀρτάβαι λε 𐅸ὧν Καρανίδος δημοσίων πυροῦ ἀρτάβαι σνδ, ὁμοίως κατοίκων πυροῦ ἀρτάβαι μϛ γίνονται κώμης πυροῦ ἀρτάβαι τ, ὑπὲρ τῶν ἄλλων κωμῶν Ἱερᾶς κατοίκων πυροῦ ἀρτάβαι β 𐅵,Κερκεσούχων κ… πυροῦ ἀρτάβαι γ διαφόρου πυροῦ ἀρτάβης δ γίνονται καὶ ὑπὲρ ἄλλων κωμῶν πυροῦ ἀρτάβαι ε 𐅵διαφόρου πυροῦ ἀρτάβης δ καὶ ταύταις προσαναλαμβάνονται ὑπὲρ φιλανθρώπου καὶ ἄλλων πυροῦ ἀρτάβαι θ γ η γίνονται σὺν φιλανθρώπῳ πυροῦ ἀρτάβαι τιε κδ καὶ ἐκλόγου τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβαι Ζρ 𐅵σὺν δὲ τῇ ἐκλόγῳ πυροῦ ἀρτάβαι Ζυιε 𐅵κδ, ἐξ ὧν ἀνηλώθησαν εἰς δάνειον σπέρματα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεναμένην κατασπορὰν πυροῦ ἀρτάβαι Γχϙζ δ ὧν Καρανίδος σπερμάτων πυροῦ ἀρτάβαι Βυξε, Κερκεσούχων διὰ τῶν ἀπὸ Καρανίδος πυροῦ ἀρτάβαι φλ, Πτολεμαΐδος ὁμοίως πυροῦ ἀρτάβαι φιε, Στράτωνος ὁμοίως πυροῦ ἀρτάβαι ρν Ἱερᾶς Σεουήρου διὰ Καρανίδος πυροῦ ἀρτάβαι λζ δ, γίνονται αἱ προκείμεναι. λοιπαὶ ἐπὶ τὸ πᾶν πυροῦ ἀρτάβαι Γψιη ϛ η Αὐρήλιος Λογγῖνος ὁ καὶ Ζώσιμος ἐπιδέδωκα. Αὐρήλιος Ἅρπαλος Σαραπίωνος συνεπιδέδωκα. ἔτους κε Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεντανικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι ιβ.